Add parallel Print Page Options

13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 [a]καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν [b]δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; 15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος. 17 [c]ὁ δὲ Ἰησοῦς εἶπεν [d]αὐτοῖς· [e]Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ [f]ἐξεθαύμαζον ἐπ’ αὐτῷ.

18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ [g]ἐπηρώτων αὐτὸν λέγοντες· 19 Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ [h]μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν [i]γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν [j]μὴ καταλιπὼν σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως· 22 καὶ [k]οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα· [l]ἔσχατον πάντων [m]καὶ ἡ γυνὴ ἀπέθανεν. 23 ἐν τῇ ἀναστάσει [n]ὅταν ἀναστῶσιν τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

24 [o]ἔφη αὐτοῖς ὁ Ἰησοῦς· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε [p]γαμίζονται, ἀλλ’ εἰσὶν ὡς [q]ἄγγελοι ἐν τοῖς οὐρανοῖς· 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου [r]πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ [s]ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; 27 οὐκ ἔστιν [t]θεὸς νεκρῶν [u]ἀλλὰ ζώντων· [v]πολὺ πλανᾶσθε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:14 καὶ WH Treg NIV ] Οἱ δὲ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:14 δοῦναι κῆνσον Καίσαρι WH Treg NIV ] κῆνσον Καίσαρι δοῦναι RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 ὁ δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 αὐτοῖς Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 Τὰ Καίσαρος ἀπόδοτε WH Treg NIV ] Ἀπόδοτε τὰ Καίσαρος RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 ἐξεθαύμαζον WH NIV ] ἐθαύμαζον Treg; ἐθαύμασαν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:18 ἐπηρώτων WH Treg NIV ] ἐπηρώτησαν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:19 μὴ ἀφῇ τέκνον WH NIV ] τέκνα μὴ ἀφῇ Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:19 γυναῖκα WH Treg NIV ] + αὐτοῦ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:21 μὴ καταλιπὼν WH Treg NIV ] καὶ οὐδὲ αὐτὸς ἀφῆκεν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:22 οἱ ἑπτὰ WH Treg NIV ] ἔλαβον αὐτὴν οἱ ἑπτά καὶ RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:22 ἔσχατον WH Treg NIV ] Ἐσχάτη RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:22 καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NIV ] ἀπέθανεν καὶ ἡ γυνή RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:23 ὅταν ἀναστῶσιν RP NA ] –WH Treg NIV
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:24 ἔφη αὐτοῖς ὁ Ἰησοῦς WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:25 γαμίζονται WH Treg NIV ] γαμίσκονται RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:25 ἄγγελοι WH NIV ] + οἱ Treg RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:26 πῶς WH Treg NIV ] ὡς RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:26 ὁ θεὸς … καὶ ὁ NIV RP ] θεὸς … καὶ WH Treg
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 θεὸς WH Treg NA ] ὁ θεὸς NIV RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 ἀλλὰ WH Treg NIV ] + θεὸς RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 πολὺ WH NIV ] ὑμεῖς οὖν πολὺ Treg RP